Add parallel Print Page Options

26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται [a]τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί [b]προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα [c]ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, 27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα [d]συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29 ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26 τῇ ἀσθενείᾳ WH Treg NIV ] ταῖς ἀσθενείαις RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26 προσευξώμεθα WH Treg NIV ] προσευξόμεθα RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26 ὑπερεντυγχάνει WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:28 συνεργεῖ Treg NIV RP ] + ὁ θεὸς WH